Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 59

[59] λέγεται τοίνυν οὐκ ἀπὸ σκοποῦ, ὅτι ὁ φρονίμως πάντα ποιῶν εὖ ποιεῖ [30] [31] πάντα, ὁ δ’ εὖ ποιῶν πάντα ὀρθῶς ποιεῖ πάντα, ὁ δ’ ὀρθῶς πάντα ποιῶν καὶ ἀναμαρτήτως καὶ ἀμέμπτως καὶ ἀνεπιλήπτως καὶ ἀνυπευθύνως καὶ ἀζημίως, ὥστ’ ἐξουσίαν σχήσει πάντα δρᾶν καὶ ζῆν ὡς βούλεται· ᾧ δὲ ταῦτ’ ἔξεστιν, ἐλεύθερος ἂν εἴη. ἀλλὰ μὴν πάντα φρονίμως ποιεῖ ὁ ἀστεῖος· μόνος ἄρα ἐστὶν ἐλεύθερος.