Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 58

[58] [cap.9] Τὰ μὲν οὖν λεχθέντα πρὸς τὴν τοῦ ζητουμένου διασύστασιν ἔμοιγε ἀποχρῶντα ἦν. ἐπεὶ δὲ τὰ ποικίλα τῶν νοσημάτων ἰατροῖς ἔθος ποικιλωτέραις ἰᾶσθαι θεραπείαις, ἀνάγκη καὶ τοῖς παραδόξοις νομιζομένοις τῶν προβλημάτων διὰ τὸ ἄηθες ἐπάγειν πίστεις ἐπαλλήλους προσεγχρίοντας· μόλις γὰρ ἔνιοι συνεχείᾳ πληττόμενοι τῶν ἀποδείξεων αἰσθάνονται.