Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 61

[61] τὰ μὲν οὖν ἀπ’ ἀρετῆς οὐ βιασθεὶς ἀλλ’ ἑκών — αἱρετὰ γάρ ἐστιν αὐτῷ πάνθ’ ἃ δρᾷ —, τὰ δ’ ἀπὸ κακίας ἅτε φευκτὰ οὐδ’ ὄναρ πράττει· οὐδὲ μὴν τὰ ἀδιάφορα εἰκός, πρὸς ἃ καθάπερ ἐπὶ πλάστιγγος ἡ διάνοια ἰσορροπεῖ, δεδιδαγμένη μήτε ὡς ὁλκὸν ἔχουσι δύναμιν ἐνδιδόναι μήθ’ ὡς ἀποστροφῆς ἀξίοις δυσχεραίνειν. ἐξ ὧν ἐστι δῆλον, ὅτι οὐδὲν ἄκων ποιεῖ οὐδ’ ἀναγκάζεται· δοῦλος δ’ εἴπερ ἦν, ἠναγκάζετ’ ἂν· ὥστ’ ἐλεύθερος ἂν εἴη ὁ ἀστεῖος.