Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 22

[22] ἔμαθε γὰρ ἀλογεῖν ἐπιταγμάτων, ὅσα οἱ ψυχῆς παρανομώτατοι ἄρχοντες ἐπιτάττουσι, διὰ ζῆλον καὶ πόθον ἐλευθερίας, ἧς τὸ αὐτοκέλευστον καὶ ἐθελουργὸν κλῆρος ἴδιος. ἐπαινεῖται παρά τισιν ὁ τὸ τρίμετρον ἐκεῖνο ποιήσας / „τίς δ’ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;“ ὡς μάλα συνιδὼν τὸ ἀκόλουθον· ὑπέλαβε γάρ, ὅτι οὐδὲν οὕτως δουλοῦσθαι [11] [12] πέφυκε διάνοιαν, ὡς τὸ ἐπὶ θανάτῳ δέος, ἕνεκα τοῦ πρὸς τὸ ζῆν ἱμέρου.