[21] εἰ δή τις εἴσω προελθὼν τῶν πραγμάτων ἐθελήσειε διακύψαι, γνώσεται σαφῶς, ὅτι οὐδὲν ἄλλο ἄλλῳ συγγενὲς οὕτως, ὡς αὐτοπραγία ἐλευθερίᾳ, διότι πολλὰ μὲν τῷ φαύλῳ τὰ ἐμποδών, φιλαργυρία, φιλοδοξία, φιληδονία, τῷ δ’ ἀστείῳ τὸ παράπαν οὐδέν, ἐπανισταμένῳ καὶ ἐπιβεβηκότι καθάπερ ἐν ἄθλων ἀγῶνι τοῖς καταπαλαισθεῖσιν, ἔρωτι, φόβῳ, δειλίᾳ, λύπῃ, τοῖς ὁμοιοτρόποις.