[23] [cap.4] χρῆν δὲ λογίσασθαι, ὅτι οὐχ ὁ τοῦ θανεῖν μόνον ἄφροντις ὢν ἀδούλωτος, ἀλλὰ καὶ ὁ τοῦ πένεσθαι καὶ ἀδοξεῖν καὶ ἀλγεῖν καὶ τῶν ἄλλων ὅσα οἱ πολλοὶ κακὰ νομίζουσι, κακοὶ τῶν [M.449] πραγμάτων ὄντες αὐτοὶ κριταί, οἵτινες ἐκ τῶν χρειῶν δοκιμάζουσι τὸν δοῦλον εἰς τὰς ὑπηρεσίας ἀφορῶντες, δέον εἰς τὸ ἀδούλωτον ἦθος.