[18] τὸ μὲν οὖν πρότερον οὐδὲ εἷς ζητεῖ· μυρίαι γὰρ αἱ ἀνθρώπων τύχαι, καὶ πολλοὶ πολλάκις καιροῖς ἀβουλήτοις τῶν σφόδρα ἀστείων τὴν ἐκ γένους ἀπέβαλον ἐλευθερίαν· ἀλλ’ ἔστιν ἡ σκέψις περὶ τρόπων, οὓς οὔτ’ ἐπιθυμίαι οὔτε φόβοι οὔθ’ ἡδοναὶ οὔτε λῦπαι κατέζευξαν, ὥσπερ ἐξ εἱρκτῆς προεληλυθότων καὶ δεσμῶν οἷς ἐπεσφίγγοντο διαφειμένων.