Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 17

[17] δουλεία τοίνυν ἡ μὲν ψυχῶν, ἡ δὲ σωμάτων λέγεται· δεσπόται δὲ τῶν μὲν σωμάτων ἄνθρωποι, ψυχῶν δὲ κακίαι καὶ πάθη. κατὰ ταὐτὰ δὲ καὶ ἐλευθερία· ἡ μὲν γὰρ ἄδειαν σωμάτων ἀπ’ ἀνθρώπων δυνατωτέρων, ἡ δὲ διανοίας ἐκεχειρίαν ἀπὸ τῆς τῶν παθῶν δυναστείας [M.448] ἐργάζεται.