[19] ἀνελόντες οὖν ἐκποδὼν τὰς προφασιστικὰς εὑρεσιλογίας καὶ τὰ φύσεως μὲν ἀλλότρια δόξης δ’ ἠρτημένα ὀνόματα οἰκοτρίβων ἢ ἀργυρωνήτων ἢ αἰχμαλώτων τὸν ἀψευδῶς ἐλεύθερον ἀναζητῶμεν, ᾧ μόνῳ τὸ αὐτοκρατὲς πρόσεστι, κἂν μυρίοι γράφωσι δεσπότας ἑαυτούς. ἀναφθέγξεται γὰρ ἐκεῖνο τὸ Σοφόκλειον οὐδὲν τῶν πυθοχρήστων διαφέρον· / "θεὸς ἐμὸς ἄρχων, θνητὸς δ’ οὐδείς”. τῷ γὰρ ὄντι μόνος ἐλεύθερος ὁ μόνῳ θεῷ χρώμενος ἡγεμόνι,