Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 157

[157] ὁ γοῦν Διογένης ἰδών τινα τῶν λεγομένων ἀπελευθέρων ἁβρυνόμενον καὶ πολλοὺς αὐτῷ συνηδομένους, θαυμάσας τὸ ἄλογον καὶ ἄκριτον, „ὅμοιον“ εἶπεν „ὡς εἴ τις ἀνακηρύξειέ τινα τῶν οἰκετῶν ἀπὸ ταύτης τῆς ἡμέρας εἶναι γραμματικὸν ἢ γεωμέτρην ἢ μουσικόν, οὐδ’ [M.470] ὄναρ τῶν τεχνῶν ἐπῃσθημένον.“ ὡς γὰρ ἐπιστήμονας οὐ ποιεῖ τὸ κήρυγμα, οὕτως οὐδὲ ἐλευθέρους — ἐπεὶ μακάριον ἦν τι —, ἀλλὰ μόνον οὐκ οἰκέτας.