[156] ἄξιον δὲ καταγελᾶν τῶν ἐπειδὰν [81] [82] ἀπαλλαγῶσι δεσποτικῆς κτήσεως ἐλευθερωθῆναι νομιζόντων· οἰκέται μὲν γὰρ οὐκέθ’ ὁμοίως ⟨ἂν⟩ εἶεν οἵ γε ἀφειμένοι, δοῦλοι δὲ καὶ μαστιγίαι πάντες, ὑπακούοντες οὐκ ἀνθρώπων — ἧττον γὰρ ἂν ἦν τὸ δεινόν —, ἀλλὰ καὶ τῶν ἐν ἀψύχοις ἀτιμοτάτων, ἀκράτου, λαχάνων, πεμμάτων, ὅσα ἄλλα σιτοπόνων τε καὶ ὀψαρτυτῶν περιεργίαι κατὰ γαστρὸς τῆς ταλαίνης δημιουργοῦσιν.