[155] ὅθεν κἀκεῖνα εὖ πεφώνηται· / „οὔποτε δουλείη κεφαλὴ εὐθεῖα πέφυκεν, / ἀλλ’ αἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει.“ τὸ γὰρ πλάγιον καὶ ποικίλον καὶ ἀπατηλὸν ἦθος ἀγενέστατον, ὥσπερ ⟨εὐγενὲς⟩ τὸ εὐθὺ καὶ ἄπλαστον καὶ ἀνύπουλον, λόγων βουλεύμασι καὶ βουλευμάτων λόγοις συνᾳδόντων.