Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 158

[158] [cap.22] Ἀνελόντες οὖν τὴν κενὴν δόξαν, ἧς ὁ πολὺς ὅμιλος ἀνθρώπων ἀπῃώρηται, καὶ ἀληθείας ἱερωτάτου κτήματος ἐρασθέντες μήτε τοῖς λεγομένοις ἀστοῖς πολιτείαν ἢ ἐλευθερίαν μήτε τοῖς οἰκότριψιν ἢ ἀργυρωνήτοις δουλείαν ἐπιφημίσωμεν, ἀλλὰ γένη καὶ δεσποτικὰ γράμματα καὶ συνόλως σώματα παρελθόντες ψυχῆς φύσιν ἐρευνῶμεν.