Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 144

[144] Ἐπανατάσεων δὲ καὶ ἀπειλῶν, ἃς σοφοῖς ἀνδράσιν ἐπανατείνονται καὶ ἀπειλοῦσί τινες, ἥκιστα φροντιστέον καὶ τὰ ὅμοια λεκτέον Ἀντιγενίδᾳ τῷ αὐλητῇ. καὶ γὰρ ἐκεῖνόν φασιν, ἐπειδή τις τῶν ἀντιτέχνων ὀργισθεὶς εἶπεν "ὠνήσομαί σε,“ βαθεῖ ἤθει φάναι· „κἀγὼ τοιγαροῦν διδάξω σε αὐλεῖν.“