[143] τῷ τότε ἀσπασαμένων. εἰ δὲ καὶ ποιηταῖς προσέχειν ἄξιον — διὰ τί δὲ οὐ μέλλομεν; παιδευταὶ γὰρ οὗτοί γε τοῦ σύμπαντος βίου, καθάπερ ἰδίᾳ γονεῖς παῖδας καὶ οὗτοι δημοσίᾳ τὰς πόλεις σωφρονίζοντες —, οὐδ’ ἡ Ἀργὼ ναυαρχοῦντος Ἰάσονος ἐπέτρεπεν ἐπιβαίνειν οἰκέταις, [76] [77] μεμοιραμένη [M.468] ψυχῆς καὶ λογισμοῦ, φύσις οὖσα φιλελεύθερος. ὅθεν καὶ ὁ Αἰσχύλος ἐπ’ αὐτῆς εἶπε· / „ποῦ δ’ ἐστὶν Ἀργοῦς ἱερόν, αὔδασον, ξύλον;"