[145] ἄξιον οὖν καὶ τῷ σπουδαίῳ πρὸς μὲν τὸν ἔχοντα ὠνητικῶς λέγειν· „σωφροσύνην ἄρα ἀναδιδαχθήσῃ“, πρὸς δὲ τὸν ἀπειλοῦντα φυγήν· „πᾶσα γῆ μοι πατρίς“, πρὸς δὲ τὸν χρημάτων ζημίαν· „ἀρκεῖ μετρία βιοτά μοι“, πρὸς δὲ τὸν πληγὰς ἢ θάνατον ἐπανατεινόμενον· „οὐ μορμολύττεταί με ταῦτα, οὐδ’ εἰμὶ πυκτῶν ἢ παγκρατιαστῶν ἐλάττων, οἵτινες ἀμαυρὰ εἴδωλα ἀρετῆς ὁρῶντες, ἅτε σωμάτων αὐτὸ μόνον εὐεξίαν διαπονήσαντες, ἑκάτερα τλητικῶς ὑπομένουσιν·