Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 93

[93] συμβαίνει δὲ πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς δ’ ἄνευ φροντίδος ῥᾷστα καὶ ἃ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατ’ ἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ [35] [36] εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθ’ ὁρμῆς προαπαντήσαντα εἰς ὄψιν ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπ’ αὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν.