Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 92

[92] ὁ γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον τοῦτον· "τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον“; ἀποκρίνεται καί φησιν· „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον μου“ (Gen. 27,20)· ὅταν γὰρ ὁ θεὸς παραδιδῷ τὰ τῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ προσδοκήσαντες θησαυρὸν εὐδαιμονίας τελείας εὑρίσκομεν.