[94] [cap.21] τούτοις ὁ νομοθέτης φησὶ δίδοσθαι „πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους, [M.287] οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11).