Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 59

[59] ἐπεὶ καὶ τὸν σοφὸν ὁπότε [M.203] ἀνερωτᾷ „ποῦ ἐστί σοι ἡ ἀρετή“; (Gen. 18, 9) — τὸν Ἀβραὰμ λέγω περὶ Σάρρας —, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεῖν οἰόμενος αὐτὸν ἀποκρίνεσθαι ἕνεκα τοῦ τὸν ἔπαινον τὸν ἐξ αὐτοῦ τοῦ λέγοντος παραστῆσαι· φησὶ [17] γοῦν ὅτι εἶπεν· „ἰδοὺ ἐν τῇ σκηνῇ“ τουτέστι τῇ ψυχῇ. τί οὖν τὸ ἐκ τῆς ἀποκρίσεως ἐπαινετόν; ἰδοὺ τὴν ἀρετήν, φησίν, ἔχω παρ’ ἐμαυτῷ καθάπερ τι κειμήλιον, καὶ διὰ τοῦτ’ εὐθὺς εὐδαιμονῶ.