Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 58

[58] τί οὖν καὶ ἀποκρίσεως ὄφελος μὴ μελλούσης τινὰ περιποιεῖν τῷ πυνθανομένῳ κατάληψιν; ἀλλὰ ῥητέον, ὅτι τοιαῦτα οὐ πέφυκεν ἐπὶ τοῦ αἰτίου κυριολογεῖσθαι, ἀλλ’ ὥσπερ ψεῦδος λέγειν ἔστι μὴ ψευδόμενον, οὕτως καὶ ἐρώτημα καὶ πύσμα προφέρεσθαι μήτε ἐρωτῶντα μήτε πυνθανόμενον. τίνος οὖν ἕνεκα, φήσει τις ἴσως, λέγεται τοιαῦτα; ἵν’ ἡ μέλλουσα τὰς ἀποκρίσεις ποιεῖσθαι ψυχὴ δι’ ἑαυτῆς ἐλέγχηται περὶ ὧν εὖ ἢ κακῶς ἀποφαίνεται, μήτε κατηγόρῳ μήτε συναγωνιστῇ χρωμένη ἑτέρῳ.