Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 60

[60] χρῆσις γὰρ καὶ ἀπόλαυσις ἀρετῆς τὸ εὔδαιμον, οὐ ψιλὴ μόνον κτῆσις· χρῆσθαι δ’ οὐκ ἂν δυναίμην, εἰ μὴ σὺ καθεὶς ἐξ οὐρανοῦ τὰ σπέρματα ἀπεργάσαιο αὐτὴν ἐγκύμονα, ἡ δὲ εὐδαιμονίας γένος ἀποτέκοι τὸν Ἰσαάκ — εὐδαιμονίαν δὲ χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ νενόηκα —. παρὸ καὶ τῆς προαιρέσεως ἀγάμενος αὐτὸν ὁμολογεῖ τελεσφορήσειν καιρίως ἃ