[45] [cap.14] Σύμφορον οὖν ἦν εὐλαβείᾳ σωτηρίῳ ἀρετῇ χρησάμενον τὸν Ἄβελ οἴκοι καταμεῖναι τῆς εἰς τὸν ἐριστικὸν καὶ φιλόνεικον ἀγῶνα προκλήσεως ἀλογήσαντα, μιμησάμενον Ῥεβέκκαν τὴν ὑπομονήν, ἥτις ἀπειλοῦντος Ἠσαῦ τοῦ κακίας θιασώτου τὸν ἀρετῆς ἀσκητὴν Ἰακὼβ ⟨ἀποκτενεῖν⟩ ἀναχωρῆσαι τῷ μέλλοντι ἐπιβουλεύεσθαι παραγγέλλει, μέχρις ἂν ἐκεῖνος τῆς ἐπ’ αὐτῷ σχετλίου λύττης ἀνῇ.