[44] τούτους μὲν οὖν ἀχαλίνῳ κεχρημένους γλώττῃ μετ’ αὐθαδείας θρασύνεσθαι παράδοξον οὐδέν, ἀπόνοιαν γὰρ ἣν ἐξ ἀρχῆς ἐμελέτησαν ἐπιδείκνυνται· ἐκείνοις δ’ ὥσπερ ἰατροῖς τὸ ὑγιάζον τὰς ψυχῆς νόσους τε καὶ κῆρας ἀναδιδαχθεῖσι μέρος ἐπέχειν ἀναγκαῖον, μέχρις ἂν ὁ θεὸς καὶ τὸν ἄριστον ἑρμηνέα κατασκευάσῃ τὰς τοῦ λέγειν πηγὰς ἀνομβρήσας καὶ ἀναδείξας αὐτῷ.