Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 46

[46] καὶ γὰρ ἀφόρητόν τινα ἀπειλὴν ἐπανατείνεται φάσκων· „ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου“ (Gen. 27, 41)· εὔχεται γὰρ τὸ μόνον ἀπαθὲς εἶδος ἐν γενέσει τὸν Ἰσαάκ, ᾧ χρησμός ἐστι „μὴ καταβῆναι εἰς Αἴγυπτον“ (Gen. 26, 2), ἀλόγῳ πάθει χρῆσθαι, ἵνα, δοκῶ, [14] ἡδονῆς ἢ λύπης ἤ τινος ἄλλου πάθους κέντροις τρωθῇ, δηλῶν ὡς ὁ ἀτελέστερος καὶ ἐπιπόνῳ προκοπῇ χρώμενος οὐ τραῦμα μόνον ἀλλὰ καὶ παντελῆ φθορὰν δέξεται· ὁ μέντοι χρηστὸς θεὸς οὔτε ἁλωτὸν πάθει τὸ ἀτρώτου γένους εἶδος ἐργάσεται οὔτε τὴν ἀρετῆς ἄσκησιν ἐπ’ ὀλέθρῳ φονῶντι καὶ δαιμονῶντι ἐκδώσει.