Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 132

[132] ἀλγεῖν ἀναγκάζει. [cap.36] μήτε δ’ ὁ πᾶς λόγος ὑπαντάτω μήτε πᾶσι τοῖς ἐνθυμήμασιν, ἀλλ’ ὁ τέλειος Ἀαρὼν τοῖς τοῦ τελειοτάτου Μωυσέως· ἐπεὶ τίνος ἕνεκα τῷ „ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου“ προσέθηκεν „ὁ Λευίτης“, εἰ μὴ τοῦ διδάξαι χάριν, ὅτι μόνῳ τῷ Λευίτῃ καὶ ἱερεῖ καὶ σπουδαίῳ λόγῳ προσήκει μηνύειν τὰ ἐνθυμήματα ψυχῆς τελείας ὄντα βλαστήματα;