[131] γνωρίζεται δὲ τοῦτο σχεδὸν ἅπασιν ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν πείρας· ὅταν μὲν γὰρ ἄκρως εἰδῶμεν ὃ λέγομεν, χαίρων καὶ γεγηθὼς ὁ λόγος ἐμφαντικωτάτων καὶ κυρίων ὀνομάτων πλουτεῖ, οἷς κατὰ πολλὴν περιουσίαν εὐτρόχως καὶ ἀπταίστως ἔτι δὲ ἐναργῶς καὶ ἀνυσίμως τὸ δηλούμενον παρίστησιν· ὅταν δὲ τοῦ νοήματος ἐπαμφοτερίζῃ κατάληψις, ὑπὸ δεινῆς ἀπορίας προσεχῶν καὶ εὐθυβόλων [36] ὀνομάτων παραπαίων ἀκυρολογεῖ· διόπερ αὐτός τε ἐν ἀηδίᾳ καὶ ἄσῃ περιρρέων καὶ πλανώμενος γίνεται τούς τε ἀκούοντας ἀντὶ τοῦ πείθειν τὰ ὦτα