Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 130

[130] τοὺς γοῦν μὴ πάνυ τῶν νοημάτων ἐν ταῖς τοῦ λέγειν διεξόδοις περικρατοῦντας ἀδολέσχους καὶ ἀπεραντολόγους ὄντας παραιτούμεθα, κενὰς καὶ μακρὰς ἔτι δὲ ἀψύχους κυρίως εἰπεῖν ῥήσεις συνείροντας. ἀσχημονῶν οὖν ὁ τῶν τοιούτων λόγος δικαίως ἂν στένοι, ὥστε ἔμπαλιν χαίρειν ἀναγκαῖον τὸν ἐκ περισκέψεως τῶν ἐνθυμημάτων ἱκανῶς ἐπὶ τὴν ὧν εἶδε καὶ ὧν δυνατῶς κατέλαβε μήνυσιν ἐλθόντα.