Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 133

[133] μὴ γάρ ποτε φαύλου λόγος ἑρμηνεὺς γένοιτο δογμάτων θείων — τὸ γὰρ κάλλος αὐτῶν οἰκείοις μιάσμασιν αἰσχύνει —, μηδ’ ἔμπαλιν σπουδαίου προφορᾷ τὰ ἀκόλαστα καὶ αἰσχρὰ μηνύοιτο, ἀλλ’ ἀεὶ τὴν τῶν ἁγίων διήγησιν ἱεροὶ καὶ ἅγιοι ποιείσθωσαν λόγοι.