[99] τοὺς μὲν γὰρ τὰς γνώμας χαλδαΐζοντας οὐρανῷ πεπιστευκέναι, τὸν δ’ ἐνθένδε μεταναστάντα τῷ ἐπόχῳ τοῦ οὐρανοῦ καὶ ἡνιόχῳ τοῦ παντὸς κόσμου, θεῷ, φασὶν οἱ χρησμοί. καλός γε ὁ κλῆρος, μείζων ἴσως τῆς δυνάμεως τοῦ λαμβάνοντος, ἐπάξιος δὲ τοῦ μεγέθους τοῦ διδόντος.