[100] [cap.21] Ἀλλ’ οὐκ ἐξαρκεῖ χρηστὰ ἐλπίσαι καὶ θαυμάσια ἡλίκα προσδοκῆσαι τῷ σοφίας ἐραστῇ διὰ τῶν θεσπισθέντων· ἀλλ’ εἰ μὴ καὶ τρόπον γνώσεται καθ’ ὃν ἐφίξεται τῆς τοῦ κλήρου διαδοχῆς, παγχάλεπον [M.487] ἡγεῖται, ἅτε διψῶν ἐπιστήμης καὶ ἀπλήστως ἔχων αὐτῆς· διὸ πυνθάνεται φάσκων· „δέσποτα, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν" (Gen. 15,8);