[101] ἴσως ἄν τις εἴποι μάχεσθαι τοῦτο τῷ πεπιστευκέναι· τὸ μὲν γὰρ ἀπορεῖν ἐνδοιάζοντος, τὸ δὲ μηκέτι ζητεῖν ἔργον εἶναι πεπιστευκότος. λεκτέον οὖν, ὅτι καὶ ἀπορεῖ καὶ πεπίστευκεν, οὐ μὴν περὶ τοῦ αὐτοῦ, πολλοῦ γε καὶ δεῖ. πεπίστευκε μὲν γὰρ ὅτι κληρονόμος ἔσται σοφίας, τὸν δὲ τρόπον αὐτὸ μόνον ζητεῖ καθ’ ὃν ἂν γένοιτο· τὸ δ’ ὅτι γενήσεται, πάντως κατὰ τὰς θείας ὑποσχέσεις βεβαίως κατείληφεν.