Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 98

[98] τὸ δὲ νέον ἀγαθὸν κληρονομῆσαι σοφίαν τὴν ἄδεκτον μὲν αἰσθήσει, νῷ δ’ εἱλικρινεστάτῳ καταλαμβανομένην, δι’ ἧς ἀποικιῶν ἡ ἀρίστη βεβαιοῦται μετανισταμένης τῆς ψυχῆς ἀπὸ ἀστρονομίας ἐπὶ φυσιολογίαν καὶ ἀπὸ ἀβεβαίου εἰκασίας ἐπὶ πάγιον κατάληψιν καὶ κυρίως εἰπεῖν ἀπὸ τοῦ γεγονότος πρὸς τὸ ἀγένητον, ἀπὸ τοῦ κόσμου πρὸς τὸν ποιητὴν καὶ πατέρα αὐτοῦ.