[89] ἐφ’ ὅσον γὰρ οἶμαι τὸ κρῖνον τοῦ κρίνοντος ἄμεινον ἢ χεῖρον — νοῦς μὲν γὰρ ἄμεινον αἰσθήσεως, διανοίας δὲ ἀμβλύτερον αἴσθησις —, ἐπὶ τοσοῦτον καὶ τὰ κρινόμενα διενήνοχεν· ὥστε μυρίῳ πλήθει τὰ νοητὰ τῶν αἰσθητῶν ὑπερβάλλειν. τοῦ γὰρ ψυχῆς ὄμματος βραχυτάτη μοῖρα οἱ κατὰ τὸ σῶμα ὀφθαλμοί· τὸ μὲν γὰρ ἔοικεν ἡλίῳ, λυχνούχοις δὲ οὗτοι μελετῶσιν ἐξάπτεσθαι τε καὶ σβέννυσθαι.