Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 90

[90] [cap.18] Ἀναγκαίως οὖν ἐπιλέγεται „ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6) πρὸς ἔπαινον τοῦ πεπιστευκότος. καίτοι, τάχα ἄν τις εἴποι, τοῦτ’ ἄξιον ἐπαίνου κρίνετε; τίς δὲ οὐκ ἄν τι λέγοντι καὶ ὑπισχνουμένῳ θεῷ προσέχοι τὸν νοῦν, κἂν εἰ πάντων ἀδικώτατος καὶ ἀσεβέστατος ὢν τυγχάνοι;