Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 88

[88] βούλεται γὰρ ἀντίμιμον οὐρανοῦ, εἰ δὲ χρὴ καὶ προσυπερβάλλοντα εἰπεῖν, οὐρανὸν ἐπίγειον ἀποφῆναι τὴν τοῦ σοφοῦ ψυχὴν ἔχουσαν ⟨ἐν ἑαυτῇ καθάπερ⟩ ἐν αἰθέρι καθαρὰς φύσεις, τεταγμένας κινήσεις, χορείας ἐμμελεῖς, θείας περιόδους, ἀρετῶν ἀστεροειδεστάτας καὶ περιλαμπεστάτας αὐγάς. εἰ δ’ ἀμήχανον αἰσθητῶν ἀστέρων ἀριθμὸν εὑρεῖν, πῶς οὐχὶ μᾶλλον νοητῶν;