Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 84

[84] „ὁ φίλος, ὁ ἴσος τῇ ψυχῇ σου“ (Deut. 13, 6). καὶ ὁ ἱερεὺς μέντοι „ἄνθρωπος οὐκ ἔσται κατ’ αὐτὸν ὅταν εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16,17), οὐ σωματικῶς, ἀλλὰ ταῖς κατὰ ψυχὴν κινήσεσιν. ὁ γὰρ νοῦς, ὅτε μὲν καθαρῶς λειτουργεῖ θεῷ, οὐκ ἔστιν ἀνθρώπινος, ἀλλὰ θεῖος· ὅτε δὲ ἀνθρωπίνῳ τινί, τέτραπται καταβὰς ἀπ’ οὐρανοῦ, μᾶλλον δὲ πεσὼν ἐπὶ γῆν ἐξέρχεται, [M.485] κἂν ἔτι μένῃ τὸ σῶμα ἔνδον αὐτῷ.