Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 83

[83] καὶ γὰρ φλιᾶς μέν ἐστιν ἔξω πᾶς ἄφρων, κἂν συνημερεύων μηδ’ ἀκαρὲς ἀπολείπηται, εἴσω δὲ πᾶς σοφός, κἂν μὴ μόνον χώραις ἀλλὰ καὶ μεγάλοις κλίμασι γῆς διῳκισμένος τυγχάνῃ· κατὰ δὲ Μωυσῆν οὕτως ὁ φίλος ἐγγύς ἐστιν, ὥστε ἀδιαφορεῖ ψυχῆς· λέγει γάρ·