Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 82

[82] ἢ οὐκ ἂν εἴποιτε, τὸν μὴ τέλειον ἀρχιερέα, ὁπότε ἐν τοῖς ἀδύτοις τὰς πατρῴους ἁγιστείας ἐπιτελεῖ, ἔνδον εἶναί τε καὶ ἔξω, ἔνδον μὲν τῷ φανερῷ σώματι, ἔξω δὲ ψυχῇ τῇ περιφοίτῳ καὶ πεπλανημένῃ, καὶ ἔμπαλίν τινα μηδὲ γένους ὄντα τοῦ ἱερωμένου θεοφιλῆ καὶ φιλόθεον ἔξω τῶν περιρραντηρίων ἑστῶτα ἐσωτάτω διατρίβειν, ἀποδημίαν ἡγούμενον ὅλον τὸν μετὰ σώματος βίον, ὁπότε δὲ δύναιτο τῇ ψυχῇ μόνῃ ζῆν, ἐν πατρίδι καταμένειν [28] ὑπολαμβάνοντα;