Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 85

[85] ὀρθότατα οὖν εἴρηται· „ἐξήγαγεν αὐτὸν ἔξω“ τῶν κατὰ τὸ σῶμα δεσμωτηρίων, τῶν κατὰ τὰς αἰσθήσεις φωλεῶν, τῶν κατὰ τὸν ἀπατεῶνα λόγον σοφιστειῶν, ἐπὶ πᾶσιν αὐτὸν ἐξ ἑαυτοῦ καὶ τοῦ δοκεῖν αὐτεξουσίῳ καὶ αὐτοκράτορι γνώμῃ νοεῖν τε καὶ καταλαμβάνειν.