Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 78

[78] μόνος οὖν βλέπει ὁ ἀστεῖος, οὗ χάριν καὶ τοὺς προφήτας ὠνόμασαν οἱ παλαιοὶ ὁρῶντας (I Reg. 9, 9). ὁ δὲ ἔξω προεληλυθὼς οὐ μόνον ὁρῶν, ἀλλὰ καὶ θεὸν ὁρῶν προσερρήθη, Ἰσραήλ [ὅς ἐστι θεὸν ὁρῶν]. οἱ δέ, κἄν ποτε [M.484] τοὺς ὀφθαλμοὺς διοίξωσι, πρὸς γῆν ἀπονενεύκασι τὰ γήινα μετιόντες καὶ τοῖς ἐν Ἅιδῃ συντρεφόμενοι. [27] ὁ μὲν γὰρ ἀνατείνει τὰς ὄψεις πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους,