Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 77

[77] πῶς γὰρ οὐ πεπήρωται, ὅτε κακὰ μὲν ἀντ’ ἀγαθῶν, αἰσχρὰ ἀντὶ καλῶν, ἄδικα ἀντὶ δικαίων καὶ πάθη μὲν ἀντ’ εὐπαθειῶν, θνητὰ δὲ ἀντ’ ἀθανάτων ᾕρηται καὶ νουθετητὰς μὲν καὶ σωφρονιστάς, ἔτι δὲ ἔλεγχον καὶ παιδείαν ἀποδιδράσκει, κόλακας δὲ καὶ τοὺς πρὸς ἡδονὴν λόγους ἀργίας καὶ ἀμαθίας καὶ θρύψεως δημιουργοὺς ἀποδέχεται;