Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 76

[76] ὅτι δ’ ὁ ὑπεξελθὼν ἐξ ἡμῶν νοητῶν καὶ γλιχόμενος ὀπαδὸς εἶναι θεοῦ τοῦ φύσεως ἀοιδίμου πλούτου κληρονόμος ἐστί, μαρτυρεῖ λέγων· „ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν· ἀνάβλεψον εἰς τὸν οὐρανόν“ (Gen. 15,5), ἐπειδήπερ οὗτος ὁ τῶν θείων θησαυρὸς ἀγαθῶν — „ἀνοίξαι γάρ σοι“ φησί „κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν“, (Deut. 28, 12), ἐξ οὗ δὴ τὰς τελεωτάτας εὐφροσύνας ὁ χορηγὸς ἀδιαστάτως ὕει —· „ἀνάβλεψον“ δὲ εἰς ἔλεγχον τοῦ τυφλοῦ τῶν ἀγελαίων ἀνθρώπων γένους, ὃ βλέπειν δοκοῦν πεπήρωται.