[79] πεπαίδευται δὲ καὶ εἰς τὸ μάννα ἀφορᾶν, τὸν θεῖον λόγον, τὴν οὐράνιον ψυχῆς φιλοθεάμονος ἄφθαρτον τροφήν, οἱ δὲ πρὸς τὰ κρόμμυα καὶ τὰ σκόρδα, τὰ περιοδυνῶντα τὰς κόρας καὶ κακοῦντα καὶ καταμύειν ποιοῦντα, καὶ τὰς ἄλλας πράσων καὶ νεκρῶν ἰχθύων δυσοδμίας, οἰκείας Αἰγύπτου τροφάς.