Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 42

[42] τίς οὖν ἐστιν ἡ ἐκ φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, [M.479] ἧς ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι [16] νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν, ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι.