Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 41

[41] ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται.