[43] Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν· „οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας“ (Gen. 31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως ἐπαιδεύθημεν.