[304] ἕως μὲν οὖν „οὐκ ἀναπεπλήρωται τὰ ἁμαρτήματα τῶν Ἀμορραίων“, τουτέστι τῶν σοφιστικῶν λόγων διὰ τὸ ἀνεξέλεγκτον, ἀλλ’ ἔτι ὁλκὸν ἔχοντα δύναμιν ταῖς πιθανότησιν ἡμᾶς ἐπάγεται, [καὶ] ἀποστραφῆναι καὶ καταλιπεῖν αὐτὰ οὐ δυνάμενοι τῷ δελεάζεσθαι καταμένομεν.