[303] οὗ χάριν Μωυσῆς τὸν ἀρχιερέα δηλώσει καὶ ἀληθείᾳ διακεκόσμηκεν (Exod. 28,26), ἀρίδηλον ἀξιῶν εἶναι καὶ ἀληθῆ τὸν τοῦ σπουδαίου λόγον. οἱ δὲ πολλοὶ τὸν ἄδηλον καὶ ψευδῆ μεταδιώκουσιν, ᾧ συνεπιγράφεται πᾶς ὁ τῶν ἀγελαίων καὶ ἠμελημένων ἀνθρώπων ἀπατώμενος ὄχλος.