Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 302

[302] ἑρμηνεύονται Ἀμορραῖοι λαλοῦντες, τὸ δὲ μέγιστον ἀγαθὸν ἀνθρώπῳ δωρηθὲν ὑπὸ φύσεως, τὸν λόγον, μυρίοι τῶν λαβόντων διέφθειραν ἀχαρίστως καὶ ἀπίστως τῇ δούσῃ προσενεχθέντες. οὗτοι δέ εἰσιν οἱ γόητες, οἱ [101] κόλακες, οἱ πιθανῶν σοφισμάτων εὑρεταί, [M.517] φενακίσαι καὶ παρακρούσασθαι μόνον εὖ εἰδότες, τοῦ ἀψευδεῖν οὐ πεφροντικότες. ἐπιτηδεύουσι μέντοι καὶ ἀσάφειαν, ἀσάφεια δὲ βαθὺ σκότος ἐν λόγῳ, κλέπταις δὲ συνεργὸν τὸ σκότος.